Κυριακή 27 Μαΐου 2018

Πεντηκοστή


Λέοντος Δεσπότου 
Δεῦτε λαοί, τὴν τρισυπόστατον Θεότητα προσκυνήσωμεν, 
Υἱὸν ἐν τῷ Πατρί, σὺν ἁγίῳ Πνεύματι· 
Πατὴρ γὰρ ἀχρόνως ἐγέννησεν Υἱόν, συναΐδιον καὶ σύνθρονον, 
καὶ Πνεῦμα ἅγιον ἦν ἐν τῷ Πατρί, σὺν Υἱῷ δοξαζόμενον, 
μία δύναμις, μία οὐσία, μία Θεότης, 
ἣν προσκυνοῦντες πάντες λέγομεν· 
Ἅγιος ὁ Θεός, ὁ τὰ πάντα δημιουργήσας δι' Υἱοῦ, συνεργίᾳ τοῦ Ἁγίου Πνεύματος, 
Ἅγιος ἰσχυρός, δι' οὗ τὸν Πατέρα ἐγνώκαμεν, 
καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ἐπεδήμησεν ἐν κόσμῳ, 
Ἅγιος ἀθάνατος, τὸ Παράκλητον Πνεῦμα, τὸ ἐκ Πατρὸς ἐκπορευόμενον, 
καὶ ἐν Υἱῷ ἀναπαυόμενον, 
Τριὰς ἁγία, δόξα σοι. 

*το δόγμα της Αγίας Τριάδος διατυπωμένο με ακρίβεια και σαφήνεια





Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου