Αναγνώστες

Παρασκευή 9 Μαρτίου 2018

Τη 9η του αυτού μηνός μνήμη των Αγίων Τεσσαράκοντα μαρτύρων των εν τη λίμνη Σεβαστεία μαρτυρησάντων

Απολυτίκιον 40 Μαρτύρων
Ήχος γ’. Θείας Πίστεως.
Θείω Πνεύματι, συγκροτηθέντες, δήμος ώφθητε, τροπαιοφόρος, Αθλοφόροι Χριστού Τεσσαράκοντα. δια πυρός γαρ και ύδατος ένδοξοι, δοκιμασθέντες λαμπρώς εδοξάσθητε. Αλλ’ αιτήσθε, Τριάδα την Υπερούσιον, δωρήσασθαι ημίν το μέγα έλεος.


 Τότε τοίνυν ἀκούσαντες τοῦ προστάγματος (καὶ σκόπει μοι ἐνταῦθα τῶν ἀνδρῶν τὸ ἀήττητον), μετὰ χαρᾶς ἀποῤῥίψαντες ἕκαστος καὶ τὸν τελευταῖον χιτῶνα, πρὸς τὸν διὰ τοῦ κρύους ἐχώρουν θάνατον, ὥσπερ ἐν σκύλων διαρπαγῇ ἀλλήλοις ἐγκελευόμενοι.  
Μὴ γὰρ ἱμάτιον, φησὶν, ἀποδυόμεθα, ἀλλὰ τὸν παλαιὸν ἄνθρωπον ἀποτιθέμεθα, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. Εὐχαριστοῦμέν σοι, Κύριε, τῷ ἱματίῳ τούτῳ τὴν ἁμαρτίαν συναποβάλλοντες. Ἐπειδὴ διὰ τὸν ὄφιν ἐνεδυσάμεθα, διὰ τὸν Χριστὸν ἐκδυσώμεθα. Μὴ ἀντισχώμεθα ἱματίων διὰ τὸν παράδεισον ὃν ἀπωλέσαμεν. Τί ἀνταποδῶμεν τῷ Κυρίῳ; Ἐξεδύθη ἡμῶν καὶ ὁ Κύριος. Τί μέγα δούλῳ τὰ τοῦ ∆εσπότου παθεῖν; Μᾶλλον δὲ καὶ αὐτὸν τὸν Κύριον ἡμεῖς ἐσμεν οἱ ἐκδύσαντες. Στρατιωτῶν γὰρ ἐκεῖνο τὸ τόλμημα, ἐκεῖνοι ἐξέδυσαν καὶ διεμερίσαντο τὰ ἱμάτια.  Ἀνάγραπτον οὖν ἡμῶν κατηγορίαν δι' ἑαυτῶν ἀπαλείψωμεν. ∆ριμὺς ὁ χειμὼν, ἀλλὰ γλυκὺς ὁ παράδεισος· ἀλγεινὴ ἡ πῆξις, ἀλλ' ἡδεῖα ἡ ἀνάπαυσις. Μικρὸν ἀναμείνωμεν, καὶ ὁ κόλπος ἡμᾶς θάλψει τοῦ πατριάρχου. Μιᾶς νυκτὸς ὅλον αἰῶνα ἀνταλλαξώμεθα. Καυθήτω ὁ ποῦς, ἵνα διηνεκῶς μετ' ἀγγέλων χορεύῃ· ἀποῤῥυήτω ἡ χεὶρ, ἵνα ἔχῃ παῤῥησίαν πρὸς τὸν ∆εσπότην ἐπαίρεσθαι. Πόσοι τῶν στρατιωτῶν τῶν ἡμετέρων ἐπὶ παρατάξεως ἔπεσον, βασιλεῖ φθαρτῷ τὴν πίστιν φυλάττοντες; ἡμεῖς δὲ ὑπὲρ τῆς εἰς τὸν ἀληθινὸν βασιλέα πίστεως τὴν ζωὴν ταύτην οὐ προησόμεθα; Πόσοι τὸν τῶν κακούργων ὑπέστησαν θάνατον, ἁλόντες ἐπ' ἀδικήμασιν; ἡμεῖς δὲ ὑπὲρ δικαιοσύνης τὸν θάνατον οὐχ ὑποίσομεν; Μὴ ἐκκλίνωμεν, ὦ συστρατιῶται, μὴ δῶμεν νῶτα τῷ διαβόλῳ. Σάρκες εἰσὶ, μὴ φεισώμεθα· ἐπειδὴ δεῖ πάντως ἀποθανεῖν, ἀποθάνωμεν ἵνα ζήσωμεν. Γενέσθω ἡ θυσία ἡμῶν ἐνώπιόν σου, Κύριε· καὶ προσδεχθείημεν, ὡς θυσία ζῶσα, εὐάρεστός σοι, τῷ κρύει τούτῳ ὁλοκαυτούμενοι, καλὴ ἡ προσφορὰ, καινὸν τὸ ὁλοκαύτωμα, οὐ διὰ πυρὸς, ἀλλὰ διὰ κρύους ὁλοκαρπούμενον...


 Πάντως δὲ ἴστε, οἱ πεπειραμένοι χειμῶνος, ὡς ἀφόρητόν ἐστι τῆς βασάνου τὸ εἶδος. Οὐδὲ γὰρ δυνατὸν ἄλλοις ἐνδείξασθαι ἢ τοῖς προαποκείμενα ἔχουσιν ἐκ τῆς πείρας αὐτῆς τῶν λεγομένων τὰ ὑποδείγματα. Σῶμα γὰρ κρύει παραπεσὸν πρῶτον μὲν ὅλον ἐστὶ πελιδνὸν, πηγνυμένου τοῦ αἵματος· ἔπειτα κλονεῖται καὶ ἀναβράσσεται, ὀδόντων ἀρασσομένων, σπωμένων δὲ τῶν ἰνῶν, καὶ παντὸς τοῦ ὄγκου ἀπροαιρέτως συνελκομένου. Ὀδύνη δέ τις δριμεῖα, καὶ πόνος ἄῤῥητος αὐτῶν καθικνούμενος τῶν μυελῶν, δυσφορωτάτην ποιεῖται τοῖς πηγνυμένοις τὴν αἴσθησιν. Ἔπειτα ἀκρωτηριάζεται, ὥσπερ ἀπὸ πυρὸς, καιομένων τῶν ἄκρων. Ἀποδιωκόμενον γὰρ τὸ θερμὸν ἀπὸ τῶν περάτων τοῦ σώματος, καὶ συμφεῦγον ἐπὶ τὸ βάθος, τὰ μὲν, ὅθεν ἀπέστη, νεκρὰ καταλείπει, τὰ δὲ, ἐφ' ἃ συνωθεῖται, ὀδύναις δίδωσι, κατὰ μικρὸν τοῦ θανάτου διὰ τῆς πήξεως προσιόντος...


(Αποσπάσματα από τον λόγο του Μεγάλου Βασιλείου 

Δεν υπάρχουν σχόλια: